Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.34.2 | Hdt. 2.35.4 (English) | >>Hdt. 2.36.4 |
2.35.2
Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ φύσιν ἀλλοίην παρεχομένῳ ἢ οἱ ἄλλοι ποταμοί , τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους · ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι , οἱ δὲ ἄνδρες κατʼ οἴκους ἐόντες ὑφαίνουσι · ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες , Αἰγύπτιοι δὲ κάτω .
2.35.3 τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι , αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων . οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί , οἱ δὲ ἄνδρες κατήμενοι . εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι , ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν , τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν .
2.35.4 ἱρᾶται γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης , ἄνδρες δὲ πάντων τε καὶ πασέων . τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι , τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι .
ch. 36
2.36.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.34.2 | Hdt. 2.35.4 (English) | >>Hdt. 2.36.4 |